Γλυκόλαλα αηδόνια της Εκκλησίας
Περιγραφη
Οἱ Ἱεροὶ καὶ θεσπέσιοι μελῳδοί, πλήρεις οὐχὶ μόνον τῶν χαρισμάτων τῆς θύραθεν σοφίας και γνώσεως, ἀλλὰ πολλῷ μᾶλλον τῆς ἁγιότητος καὶ τῶν λοιπῶν θεοειδῶν καὶ ποικίλων δωρεῶν τοῦ Ἁγίου Πνεύματος, λιτανεύουσι καὶ ὑμνολογοῦσι τὸ πρόσωπον τῆς Ἀειπαρθένου Μαρίας, διά θεοκροτήτων καὶ μελισταγῶν ᾀσμάτων.
› Ἀνδρέας Κρήτης, ὁ ἀρχηγός τῶν μελῳδῶν ἁπάντων καὶ κύκνος τῆς Ἐκκλησίας ὁ λιγυρόφωνος.
› Ἰωάννης ὁ Δαμασκηνός, ἡ μουσικωτάτη καὶ γλυκύφωνος τοῦ Χριστοῦ ἀηδών.
› Θεοφάνης Νικαίας καὶ Γραπτός, ὁ ἠδύλαλος καὶ ὠδικώτατος κόττυφος [κοτσύφι].
› Ἰωσὴφ ὁ ὑμνογράφος, ἡ πολύφωνος καὶ τορόφωνος [ὀξύφωνος] τῶν πιστῶν χελιδών.
› Ἰωάννης Εὐχαΐτων, ἡ μελίφωνος καὶ θελκτήριος σειρὴν τοῦ Ἁγίου Πνεύματος.
› Θεόδωρος Στουδίτης, ὁ μουσικὸς τέτιξ [τζιτζίκι] τῶν Ὀρθοδόξων.
› Φώτιος Κων/λεως, ὁ κωτίλος [ὁμιλητικὸς] καὶ ὠδικὸς ὄρνις τῆς Ἐκκλησίας.
› Ἰγνάτιος Κων/λεως, τὸ ἱερὸν καὶ ἠχολογικὸν τύμπανον.
› Θεόδωρος Λάσκαρις, ὁ ἠδύφωνος σύριγξ [αὐλός].
› Κλήμης, ἡ μελίφθογγος τοῦ Πνεύματος νάβλα [δωδεκάχορδο ὄργανο].
› Θέκλα, ἡ γλυκυτάτη ἠχώ. κ.τ.λ.
› Ἀπὸ τὸ Θεοτοκάριο τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου (1749-1809).